Αρχή
Ἓν οἶδα, ὅτι ὁ Ὤν Ὑπάρχων. Πατὴρ, Υἱὸς και Πνεῦμα Ἅγιον ἐστὶ.
Ιωάννης Βασιλακάκης


Για να διαβάσετε τα κείμενα που παρέχονται σε ηλεκτρονική μορφή (μέσω της υπηρεσίας "Scribd"), πιο εύκολα σε πλήρη οθόνη, κάντε κλικ στην επιλογή "Fullscreen".


Το Σύμβολο της Πίστεως, ή αλλιώς "Πιστεύω"

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα Παντοκράτορα, Ποιητήν οὐρανοῦ και γῆς, ὁρατῶν τε πάντων καί ἀοράτων.

Και εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τόν Υἱόν τοῦ Θεοῦ, τόν μονογενῆ, τόν ἐκ τοῦ Πατρός γεννηθέντα πρό πάντων τῶν αἰώνων.

Φῶς ἐκ φωτός, Θεόν ἀληθινόν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὀμοούσιον τῷ Πατρί, δι’ οὗ τά πάντα ἐγένετο.

Τόν δι’ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καί σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς Παρθένου καί ἐνανθρωπήσαντα.

Σταυρωθέντα τε ὑπέρ ἡμῶν ἐπί Ποντίου Πιλάτου καί παθόντα καί ταφέντα.

Καί ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατά τάς Γραφάς.

Καί ἀνελθόντα εἰς τούς οὐρανούς, καί καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.

Καί πάλιν ἐρχόμενον μετά δόξης κρῖναι ζῶντας καί νεκρούς, οὐ τῆς Βασιλείας οὐκ ἔσται τέλος.

Καί εἰς τό Πνεῦμα τό Ἅγιον, τό Κύριον, τό Ζωοποιόν, τό ἐκ τοῦ Πατρός ἐκπορευόμενον, τό σύν Πατρί και Υἱῷ συμπροσκυνούμενον καί συνδοξαζόμενον, τό λαλῆσαν διά τῶν προφητῶν.

Εἰς Μίαν, Ἁγίαν, Καθολικήν, καί Ἀποστολικήν Ἐκκλησίαν.

Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἀμαρτιῶν.

Προσδοκῶ ἀνάστασιν νεκρῶν.

Καί ζωήν τοῦ μέλλοντος αἰῶνος.

Ἀμήν.